Ancient Greek
P.Abinn. 53
Documentary Papyri, P.Abinn. 53
Not analysed yet
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος παρὰ Α…στ Ἥρωνος ἀπὸ κώμης Ἑρμοῦ πόλεως. πρὸ ἱκανοῦ χρόνου, κύριε, ἀπηλάσθησάν μου χοῖροι τὸν ἀριθμὸν δέκα ὑπό τινων κακοπραγμόνων, καὶ ἐμοῦ ἀναζητοῦντος τὴν τούτων ἀπελασίαν ἐν κώμῃ παρὼν εὗρον Ζωίλον υἱὸν Διογένους. διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ὅπως τοῦτον συλλαβόμενος καταναγκάσῃς αὐτὸν τὸν σὺν αὐτῷ κακοπράγμονα ὁμολογῆσαι, εἶτα τὰ γραφέντα ὑπʼ ἐμοῦ εἰς γνῶσιν τοῦ κυρίου μου δουκὸς ἀνενέγκῃς· αὐτοῦ γάρ ἐστιν τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκδικεῖν. καὶ τούτου τυχὼν χάριτά σοι ὁμολογήσω, κύριε. διευτύχει. Αὐρήλιος Α…στ ἐπιδέδωκα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ δ καὶ Κώνσταντος τὸ δ Αὐγούστων, Τῦβι …