Ancient Greek
P.Abinn. 59
Documentary Papyri, P.Abinn. 59
Not analysed yet
Αὐρήλιος Πλᾶς οὐετρανὸς κα…νος ἐν κώμῃ Διονυσιάδι τοῦ Ἀρσινοίτου νομοῦ Φλαυίῳ Ἀβιννέῳἀπὸ πραιποσίτων χαίρειν. ὁμολογῶ διὰ τοῦδε τοῦ γραμματίου ἐπὰν ἐνέγκῃς ἐπʼ ὀνόματος τοῦ ἡμετέρου υἱοῦ …ρου πρωματιῶναν δεκαδάρχου κάστρων Διονυσιάδος εἴλης πέμπτης πραιλήκτων εἴ τι δʼ ἂν δῷς εἰς λόγον τῆς αὐτῆς πρωμοτίωνος ἔναντι θεοῦ ὡς ἂν δώσῃς ἐμοὶ τῷ Πλᾶς ἀποκαταστήσω σοι μετὰ καλῆς πίστεως ἐκ πλήρους. μετὰ τὴν ὑπατείαν Φλαυίου Λεοντίου καὶ Φλαυίου Σαλουστίου τῶν λαμπροτάτων ἐπάρχων Μεχεὶρ η. Αὐρήλιος Πλᾶς σενε εὐδοκῶ πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Σύρος ἔγραψα ὑπὲρ αὐτοῦ. γραμμάτιον Πλᾶς οὐετρανοῦ.