Ancient Greek
63.1.19 to 63.2.34
Documentary Papyri, P.Abinn. 63.1.19-63.2.34
Not analysed yet
Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: γραμματεῖον ὃ Φῂς ἔχειν ἀνάγνωθι. et recitavit: Αὐρηλία Νόννα θυγάτηρ Ἤλιτος δίκαιον παίδων ἔχουσα Αὐρηλίᾳ Εὐστοργίῳ ἀδελφῇ μου συνπαρόντος καὶ τοῦ ἀνδρός σου Αὐρηλίου Φέου Ἀπολλωνίου Χαίρειν. ὁμολογοῦμεν μεμισθῶσθαι καὶ παρειληφέναι παρὰ σοῦ μέρος τέταρτον et cetera. orator Gennadius dixit: ὡμολόγηται καὶ τὸ ἀρτίδιον διαφέρειν ἐκείνῃ, λέγω δὴ τὸ ἥμισυ καὶ τὸ τέταρτον τῆς δωρεᾶς καὶ ἀξιοῦμεν αὐτὴν ἀπολύειν ταῦτα αὐτὰ τὰ ἀρτίδια τῷ μέρει ἡμετέρῳ. Curus dixit: ὡμολογεῖ καὶ Εὐστόργιον ἔχειν ἥμισυ μέρος ἄρτου· ὁμολογεῖ δὲ καὶ τῆς δωρεᾶς μέρος τέταρτον καὶ ἀξιοῖ τὸ δικαστήριον ὁρίσαι τίνι δέοι παρασχεθῆναι ἐξ ὀνόματος ἐκείνου. Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: ἀκόλουθόν ἐστιν κατὰ τὴν παρασχεθεῖσαν ἐντολὴν ὑπὸ Εὐστοργίου Ὥρῳ καὶ ἀφʼ ὧν ἡ ἀνάγνωσις τῆς συνταχθείσης ὑπὸ Νόννης ὁμολογίας ἐδίδαξεν καὶ τὸ ἥμισυ μέρος τοῦ ἄρτου καὶ τῆς δωρεᾶς τὸ τέταρτον τῷ ἐκδίκῳ Εὐστοργίου Ὥρῳ παρὰ Νόννας ἀποκατασταθῆναι. Gennadius dixit: ταῦτα μὲν ἡ σὴ καθοσίωσις ἀπεφήνατο, οἷς καὶ τὸ ἔργον προσενεχθῆναι ἀξιοῦμεν διὰ τῆς τάξεως. ἐπειδὴ δὲ καὶ Διονύσιος ἕστηκεν, ἀξιοῦμεν αὐτὴν εἰπεῖν τί βούλεται καὶ περὶ τούτου. Curus dixit: Διονύσιος μὲν καὶ ἀδελφός ἐστιν· διὰ δὲ τὸ μὴ ἔχειν παρακολουθήσεις κουράτωρ αὐτῷ κατεστάθη ὁ δὲ ἀδελφὸς Φιλάδελφος ὃς καὶ ἐν τῇ Αἰγύπτῳ ἐστὶν καὶ οὐ μετ’ οὐ πολὺ ἥξει· τέως δὲ ὁ παῖς καὶ συνοικεῖ τῇ ἀδελφῇ καὶ τὸν ἄρτον κομίζεται καὶ οὐδεὶς φθόνος ἐστίν. Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: τοῦτο δεῖξον. Curus dixit: κουράτορα ἔχει ὃς καὶ ἄπεστιν· ὁ δὲ ἀντίδικος ὑπαναπείσας τοῦτον κατέσχεν βουλὸμενος πάλιν ἑτέραν περιγραφὴν ἐργάσασθαι κατὰ τῆς βοηθουμένης. Flavius Gennadius vir perfectissimus iuridicus Alexandreae dixit: ἐπειδὴ κουράτορος ἐμνημόνευσας, ἀνάγνωθι ὅπως κουράτωρ γεγένηται Φιλάδελφος Διονυσίου τοῦ παρόντος. Curus dixit: ἐν τῇ Αἰγύπτῳ ἐστὶν ὁ κουράτωρ, ἡ δὲ ἀδελφὴ χορηγεῖ μέρος τοῦ ἄρτου τῷ ἀδελφῷ καὶ οὐ κωλύει εἰσιόντα αὐτὸν καὶ οἰκοῦντα ἐν τῇ αὐλῇ.