Ancient Greek
P.Abinn. 64
Documentary Papyri, P.Abinn. 64
Not analysed yet
……Πέτρον …τὸν Πτολεμαῖον καὶ ὁπότερον αὐτῶν τῶν δύο ἐγγύων ἀλλήλων ἀποστήσειν καὶ ἐκδικήσειν παραχρῆμα τοῖς ἰδίοις αὐτῶν δαπανήμασιν· ἐὰν δὲ μή, ἐκτείσειν αὐτοὺς καὶ ὁπότερον αὐτῶν τῇ Αὐρηλίᾳ Νόννᾳ τῇ καὶ Πολυετίῳ παραχρῆμα τὴν τιμὴν διπλῆν καὶ τὰ βλάβη καὶ δαπανήματα πάντα κατὰ τρόπον. ἀναδέδωκαν δὲ οἱ ἀποδόμενοι τῇ ἐωνημένῃ ἣν πεποίηνται ἐπὶ τῆς δικαιοδοσίας τῶν οἰκετῶν ἀνάκρισιν οὖσαν τῇ ἐνεστώσῃ . περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γενέσθαι ἐπηρώτησεν ἡ καταγραφομένη Αὐρηλία Νόννα ἡ καὶ Πολυέτιον ἔχουσα δίκαιον τέκνων· ὡμολόγησαν οἵ τε ἀποδόμενοι Αὐρήλιοι Πέτρος καὶ Ζήνων καὶ ὁ βεβαιωτὴς Μᾶρκος Αὐρήλιος Πτολεμαῖος. Μᾶρκοι Αὐρήλιοι Πέτρος καὶ Ζήνων ἀμφότεροι Πέτρου υἱοὶ πεπράκαμεν καὶ κατεγράψαμεν Νόννᾳ τῇ καὶ Πολυετίῳ δοῦλα ἑαυτῶν σώματα Μήτιρον τὸν καὶ Πτίλλωνα καὶ Πρῖμον ἀδελφὸν ἐνγενεῖς Ἀλεξανδρεῖς διπλῷ χρήματι πιστοὺς καὶ ἀδράστους καὶ καλῇ αἱρέσει καὶ ὄντας ἐκτὸς ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ ἀπέσχομεν παρʼ αὐτῆς τὴν ὑπὲρ αὐτῶν τιμὴν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δισχίλια τετρακόσια πλήρη διὰ χειρός, καὶ ἀναδεδώκαμεν αὐτῇ ἣν πεποιήμεθα αὐτῶν ἐπὶ τῆς δικαιοδοσίας ἀνάκρισιν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν ὡς πρόκειται. ἐγὼ δὲ ὁ Πέτρος ἔγραψα καὶ ὑπὲρ τοῦ ἀδελφοῦ μου τὰ πλεῖστα. Αὐρήλιος Ζήνων συνκατέγραψα ἅμα τῷ ἀδελφῷ μοῦ Πέτρῳ τὰ δοῦλα σώματα Μήτιρον τὸν καὶ Πτείλλωνα καὶ Πρεῖμον καὶ συναπέσχον τὴν τιμήν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὡς πρόκειται. Μᾶρκος Αὐρήλιος Πτολεμαῖος Ἑρμία τοῦ Λουκίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς βεβαιῶ τὴν τῶν δούλων σωμάτων Μητίρου τοῦ καὶ Πτίλλωνος καὶ Πρίμου ἀδελφῶν καταγραφὴν τῇ ἐμῇ πίστει καὶ ἐντολῇ καὶ παρέξω τὴν καταγραφὴν καθαρὰν ἀπὸ πάσης ἀντιποιήσεως, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ὡς πρόκιται. Αὐρήλιος Σεραπόδωρος Τριφερίου οἰκῶν ἐν τῷ Μενδιδίῳ ἐν τοῖς ἰδίοις μαρτυρῶ. Αὐρήλιος Κῦρος Διοσκόρου οἰκῶν ἐν τόπῳ Γ…δίῳ ἐν τοῖς ἰδίοις μαρτυρῶ. Αὐρήλιος Πέτρος ἀπέλυσα τὰς ὠνὰς πληρωθεὶς τὴν τιμήν. Αὐρήλιος Ζήνων ἀπέλυσα τὰς ὠνὰς πληρωθεὶς τὴν τιμήν.