Ancient Greek
P.Abinn. 8
Documentary Papyri, P.Abinn. 8
Not analysed yet
ἄπα Μιὸς τῷ ἀγαπητῷ ἀδελφῷ Ἀμιννέῳ ἐν κυρίῳ χαίρειν. πρὸ τῶν πάντων εὔχομαι τῷ θεῷ περὶ τῆς σωτηρίας σου. καθὼς ἔγραψας περὶ σπαθίων οἴνου, ὡς δύο καμήλων ἢ τριῶν εὐκαιρίαν εὑρὼν τοὺς περὶ Ἀπολλώνιον ἠξίωσα αὐτοὺς καὶ ἠνάγκασα αὐτοὺς καὶ ἔπεμψά σοι· ἵνα οὖν πληρώσῃς αὐτοὺς τὴς τιμὴν καὶ αὐτῆς τῆς ὥρας ἀπολύσῃς αὐτοὺς, διότι οἶδας καὶ αὐτὸς ὅτι ἑορτή ἐστιν, καὶ ἐδεήθησάν με πολλήν. μὴ κατασχῇς οὖν αὐτοὺς διὰ ἄλλην ἡμέραν. οὐχ εἶχονἐμαυτῷ ἀποκείμενα ὅσον οὖν ἔμαθα ὅτι οὐκ ἔχεις πέμψω σοι, καὶ ἐὰν ἔλθωσι πρὸς σὲ οἱ ἀδελφοὶ ποιήσῃς αὐτοῖς τὸ ζμῆμα γενέσθαι καὶ πέμψῃς. ἀσπάζομαί σε καὶ πάντας τοὺς ἐν τῷ οἴκῳ σου, καὶ ἐὰν εὐσχολῇς ἐλθὲ πρὸς ἡμᾶς ἵνα σε ἴδωμεν, ὁ θεὸς δὲ διαφυλάξῃ σε. ἄπα Μιῶς. ἀσπάζομαι Σῦρον καὶ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ. τῷ ἀγαπητῷ ἀδελφῷ Ἀμιννέῳ ἄπα Μιός