Ancient Greek
P.Adl. 15
Documentary Papyri, P.Adl. G15
Not analysed yet
ἔτους ιε …ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Ὧρος Ὥρου Ὥρωι Νεχούτου ὡς ἐτῶν ν μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὖς ἀριστερὸν τετρημένον πυροῦ ἀρτάβας τεσσαράκοντα ἓξ κριθῆς ἑξήκοντα ἐννέα ,ἴσους ἀτόκους, ὧν ἀπόδοσιν ποιησάτω ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ιε ἔτους, καὶ ἀποτεισάτω ἑκάστης ἀρτάβης πυροῦ ἧς ἐὰν μὴ ἀποδῶι χαλκοῦ δραχμὰς δισχιλίας τετρακοσίας ,κριθῆς χιλίας τετρακοσίας ,καὶ ἑβδόμην μερίδα τῶν γενημάτων πάντων· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Ὥρωι ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ἔτους καθαρὸν ἀπὸ παντὸς καὶ ἀποκαθεσταμένον εἰς οἶκον ἐν τοῖς πεδίοις ἰδίοις ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρείληφεν· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῷ ὡρισμένῳ χρόνωι ἢ μὴ ποιῇ καθὰ γέγραπται ἀποτεισάτω ἐν τῷ ἐχομένωι μηνὶ παραχρῆμα ἡμιόλιον ἢ τὴν ἐσομένην ἐν τῇ ἀγορᾶι τιμήν, καὶ ἡ πρᾶξις ἔστω Ὥρῳ ἐκ τοῦ δεδανεισμένου καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἵρηται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἐδάνεισεν Ὧρος Ὥρου Ὥρωι Νεχούτου.