Ancient Greek
P.Adl. 2
Documentary Papyri, P.Adl. G2
Not analysed yet
ἀντίγραφον ὁμολογίας. ἔτους μϛ Μεσορὴ δ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ὁμολογεῖ Πανερεῦς Γούνσιος Πέρσης καὶ Σενενοῦπις Φίβιος Περσίνη μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πανερεῦτος τοῦ προγεγραμμένου, Πανεβχούνει καὶ Ὥρωι καὶ Φίβει καὶ Πασήμει τοῖς τέσσαρσι τῶν ἐκ Παθύρεως Πέρσαις τῶν προσγράφων ἀφίστασθαι ἀπὸ τῶν ὑποτεθειμένων σὺν Θαΐβει Φίβιος τῆι τούτων μητρὶ κατὰ συγγραφὴν ὠνῆς ἐν πίστει διὰ τῶν περὶ τὸν Πανεβχοῦνιν ἐκτελειωθεῖσαν τῶι …ἔτει ἀντὶ ὀφειλημάτων, οὐκ ἐπελευσομένους τὸν Πανερέα καὶ τὴν Σενενοῦπιν περὶ ὀφειλημάτων μηδὲ περὶ ἄλλου μηδενός. ταῦτα δὲ μὴ ἐξέστω Πανερεῖ καὶ Σενενούπει μὴ ἐπιπορεύεσθαι ἐπὶ τὰ ἐνέχυρα μηδενός. ὅς ἄν ἐπέλθηι ἢ ἄλλος τις ὑπὲρ αὐτῶν ἐπὶ τοὺς περὶ τὸν Πανεβχοῦνιν ἀποτεισάτω ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα εἴκοσι καὶ ἱερὰς τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς τριακοσίας . ἡ δὲ ὁμολογία ἥδε κυρία ἔστω πανταχοῦ οὗ ἂν ἐπιφέρηται. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.