Ancient Greek
P.Aegyptus Cent 18
Documentary Papyri, P.Aegyptus Cent 18
Not analysed yet
Αὐρήλιοι Διδυμ… οὐετρανὸς τῶν ἐντίμως ἀπολελυμένων καὶ Νε… τίωνος καὶ Συμπρωτᾶς …τίωνος ἀμφότεροι κληρονόμοι …μωνος οὐετρανοῦ Αὐρηλίῳ Κορνηλίῳ γεωργῷ χαίρειν. ἀπέσχομεν παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς ἡμῶν ἀρουρῶν περὶ κώμην Φιλαδέλφιαν ὑπὲρ τοῦ διεληλυθότος πρώτου ἔτους Διοκλητιανοῦ ἕως β ἔτους καὶ α ἔτους τῆς αὐτῆς βασιλείας πλήρης, κυρίας οὔσης τῆς μισθώσεως καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἰουλιανός ἔγραψα τὰ ὅλα καὶ ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. ἔτους γ καὶ β τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν Ἁθὺρ γ