Ancient Greek
P.Alex. 38
Documentary Papyri, P.Alex. p. 38
Not analysed yet
πράξεως σοὶ οὔσης ἐξ ἐμῶν πάντων καθάπερ ἐκ δίκης, τὸ γραπτὸν τῆς ὀφείλης κύριον καὶ βέβαιον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …ος ὁ προκείμενος ὀφείλω τῇ σῇ θεοσεβείᾳ τὰ προκείμενα ζῴα πέντε ,ἐπὶ τιμῆς νομισμάτων δέκα ἑπτὰ καὶ χόρτου ἀγωγίου ἥμισυ καὶ ἀχύρου ἀγώγια ἓξ καὶ ἀποδώσω ὁπόταν βούλῃς καθὼς πρόκιται. μάρτυς Ἐλήμονος διάκων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Σιλβανὸς Φηοῦτος διάκων μαρτυρῶ τῇ συγγραφῇ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Πανοῦφις Λέοντος …μη τῆς κώμης …ν…θεως μαρτυρῶ τὴν συγγραφὴν ἀκούσας παρὰ τοῦ θεμένου. ἐγράφη διʼ ἐμοῦ Ἀστερίου γραφέως