Ancient Greek
P.Alex. 7
Documentary Papyri, P.Alex. p. 7
Not analysed yet
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Γορπιαίου κζ Ἐπεὶφ κζ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς Χαλκωρυχείοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρισνοείτου νομοῦ. ἐδάνεισεν Διόσκορος τοῦ δεῖνα ὡς ἐτῶν …κοντα δύο οὐλὴ ἀντικνημίῳ ἀριστερῶι Διονυσίῳ Φαήσιος …καταγεινομένῳ ἐν κώμῃ Φιλωτερίδι …Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα οὐλὴ γόνατι ἀριστερῷ καὶ …Δημητροῦτι Ἀγχορίμφιος Περσίνῃ ὡς ἐτῶν τεσσαράκοντα …τοῖς δυσὶ ἀλλήλων ἐνγύοις μετὰ κυρίου τῆς Δημητροῦτος …ειδωνος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ χειρὶ δεξιᾷ εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ἕκατον εἴκοσι τέσσαρας ἃς καὶ εἴληφαν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ἕκατον εἴκοσι τέσσαρας καὶ τοὺς τόκους ἀποδότωσαν οἱ δεδανεισμένοι τῷ Διοσκόρῳ ἐν μηνὶ Τῦβι τοῦ εἰσίοντος ἕπτα καὶ δεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηδὲν ἐλαττουμένου τοῦ Διοσκόρου ὑπὲρ ὧν ἄλλων ὀφείλει αὐτῷ Διονύσιος. τῆς πράξεως οὔσης τῷ Διοσκόρῳ ἐκ τε τῶν δεδανεισμένων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἵρηται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν δεδανεισμένων Ωρι…σ…λο. …Διονύσιος Φαήσιος Πέρσης τῆς ἐπιγονῆς …Δημητροῦς Ἀγχορίμφιος Περσίνη μετὰ κυρίου …αιμ…της …αὐτὸν ……ταδ ……δραχμὰς ἕκατον εἴκοσι τέσσαρας τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσομεν …ους …δ…δι…σλω. …ς…λου μὴ εἰδώτων τὰ γράμματα. Διόσκορος τοῦ δεῖνα δεδάνεικα τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς εἴκοσι τέσσαρες καθὼς πρόκειται …ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ.