Ancient Greek
P.Amh. 2 102
Documentary Papyri, P.Amh. 2 102
Not analysed yet
ἔτους εἰκοστοῦ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων μηνὸς Δύστρου Τῦβι λ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θασῆς Ἀγχώφεως ὡς ἐτῶν λε εὔσημος ὀφθαλμὸν δεξιὸν μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν ν οὐλὴ πήχει δεξιῷ Στοτοήτι Ἀγχώφεως ὡς ἐτῶν τριάκοντα δύο οὐλὴ μήλῳ ἀριστερῷ, πάντες ἀπὸ κώμης Σοκνοπαίου Νήσου πεπρακέναι τὴν Θασῆν τῷ Στοτοήτι ἀφʼ ὧν ἔχει ἐν ἀπογραφῇ ἐπὶ τῆς κώμης καμήλων ἓξ κάμηλον ἕνα ,καὶ ἀπέχειν τὴν τιμὴν ἀργυρίου δραχμὰς …τακοσίας, τῆς βεβαιώσεως αὐτῇ ἐξακολουθούσης, καὶ εἶναι ἀνάγκην Στοτοήτι ἀπογράφεσθαι τῇ τῶν θρεμμάτων ἀπογραφῇ. Στοτοῆτις ἐπιγέγραμμαι κύριος. Θασῆς Ἀγχώφεως μετὰ κυρίου τοῦ ἀνδρὸς Στοτοήτεως τοῦ Στοτοήτεως πέπρακα καὶ ἀπέχω παρὰ Στοτοήτεως Ἀγχώφεως δραχμὰς …κοσίας ὡς πρόκειται. Ταρ…ς Δ… ἔγραψα ὑπὲρ αὐτῆς Θασῆτος ἀγραμμάτου, αὐτοῦ Στοτότεως βραδέα γράφοντος. …ἔτους κ Τῦβι λ.