Ancient Greek
P.Amh. 2 120
Documentary Papyri, P.Amh. 2 120
Not analysed yet
ἔτους ιβ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Παῦνι α. Ἀρχωνᾶς Σώτου καὶ μέτοχοι σιτολόγοι κώμης Ἡρακλείας μεμετρήμεθα εἰς Σαγάθην Ἁρπαγάθου διὰ κληρούχων τῆς αὐτῆς κώμης γενήματος τοῦ αὐτοῦ ἔτους πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἀρτάβας ἑπτὰ, γίνονται πυροῦ ἀρτάβαι ζ. Ἀρχωνᾶς μεμέτρημαι τὰς ἀρτάβας.