Ancient Greek
P.Amh. 2 130
Documentary Papyri, P.Amh. 2 130
Not analysed yet
Γλουτᾶς Εὐτυχίδῃ τῷ γυμνασιάρχῳ πλεῖστα χαίρειν. μὴ δόξῃς ὅτι ἀμελῶ πρὸς σὲ μὴ πωλήσας τὴν κριθήν, ἀλλὰ ἐξῆλθα εὑρὼν ἓξ ἑπτὰ μάτην πωλοῦντας· τούτου χάριν καρτερῶ. τάχα δύναμαι ἀκοῦσαι ρημ… εἰ δὲ σπεύδετε παρακομίσω. περὶ δὲ τῶν ιε ἀρταβῶν οὔτε πλέον εὑρὼν οὔτε καιρὸν γνούς, ἀλλὰ μεθʼ ἡμέρας ὄψομαι, περὶ δὲ τῶν μετρημάτων Θαήσιος μεθʼ ἡμέρας πλείονας ἀποφέρωμεν. παρακέκλημαι ἐπὶ μείζονος ναύλου, οὐ τεθελήκασι διὰ τῆς τῶν ερκαλλ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Οὐασπασιανοῦ Σεβαστοῦ Χοίακ ιδ. ἔτι τρεῖς ἡμέρας ἔχω, Ἐπήμαχον ἀποκαταστήσομεν …ταε…