Ancient Greek
P.Amh. 2 148
Documentary Papyri, P.Amh. 2 148
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Λογγίνου τοῦ λαμπροτάτου Μεσορὴ κϛ, ἀρχῇ ια ἰνδικτίωνος. …ς Μουσαῖος υἱὸς Παύλου λαχανοπράτης ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως ἀπὸ ἀμφόδου Θέωνος Φλαουίῳ Πολυχρονίῳ Πέτρου σεμιδαλίῳ ἀριθμοῦ τῶν γενναιοτάτων Λεοντοκλιβαναρίων χαίρειν. ὁμολογῶ ἐσχηκέναι με παρὰ σοῦ διὰ χειρὸς εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσίου νομισμάτια ὀκτὼ παρὰ κεράτια τριάκοντα δύο, χρυσίου νομισμάτια η παρὰ κεράτια λβ, κεφαλαίου ζυγῷ Ἀρσινοείτου. τὴν δὲ τούτων ἀπόδοσίν σοι ποιήσομαι δίχα τόκων ἐπὶ καταβολαῖς ὀκτὼ δυενιαυσίως χρυσίου νομισμάτιον ἕν ,ἀρχομένης καὶ γιγνομένης παρʼ ἐμοῦ τῆς πρώτης καταβολῆς μηνὶ θὼθ τῆς εἰσιούσης δωδεκάτης ἰνδικτίωνος οὕτω καὶ ἐφεξῆς ἄχρι συμπληρώσεως τοῦ χρέους. ἐὰν δὲ ἐκπροθέσμως ὑπερθῶμαι περὶ τὴν τούτων ἀπόδοσιν καὶ βουληθείης κατὰ παράκλησιν ἐμὴν ἑτέραν μοι ἐκδοῦναι πρόθεσιν …