Ancient Greek
P.Amh. 2 32 Vo
Documentary Papyri, P.Amh. 2 32v
Not analysed yet
Φανίας Πρωτάρχου Πασικράτηι Ἀπολλωνίου χαίρειν. ἔχω παρὰ σοῦ πυρῶν ἀρτάβας τρεῖς, γίνονται πυρῶν ἀρτάβαι γ, ἃς ἀποδώσω σοι ἐν τῶι Παῦνι μηνὶ τοῦ τρίτου ἔτους. ἐὰν δὲ μὴ ἀποδῶ ἀποτείσω σοι ἐν τῶι ἐχομένωι μηνὶ …ἡμιόλιον. ἔτους γ Τῦβι ιη.