Ancient Greek
P.Amh. 2 34 c
Documentary Papyri, P.Amh. 2 34c
Not analysed yet
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι θεοῖς Φιλομήτορσι χαίρειν Μαρεπάθις Σισούχου καὶ Πατκῶς Ὀννώφριος καὶ Τεσενοῦφις Μάρρεως καὶ Φατρῆς Θοτοῆτος καὶ …μικρὸς Ἁρπαγάθου βασιλικοὶ γεωργοὶ οἱ ε ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. …ὑμῖν ἐντετευχότες ὑπὲρ τῶν παραλογειῶν Τεσενούφιος τοῦ τῆς αὐτῆς κώμης κωμάρχου …ἑτοίμως ἔχομεν παραδείκνυσθαι αὐτὸν παραλογισάμενον σῖτόν τε καὶ χαλκόν, ἐμφανίσαι δὲ καὶ Ζωπύρωι τῶι ἐπιμελητῆι καὶ Πετεαρψενήσει τῶι βασιλικῶι γραμματεῖ καὶ κεχειρογραφηκότες τὸν βασιλικὸν ὅρκον …ημενος …γρ μηθὲν γεγονέναι …