Ancient Greek
P.Amh. 2 41
Documentary Papyri, P.Amh. 2 41
Not analysed yet
Διόδωρος τοῖς ἱερεῦσι τοῦ Σοκνοπαίου καὶ Ἴσιος Νεφορσείους χαίρειν. πέπομφα τὸν παρʼ ἐμοῦ Πετερμοῦθιν σφραγισάμενον τὸν θησαυρόν. καλῶς οὖν ποιήσετε συνπαραστάντες αὐτῶι ἕως ἂν ποιήσηται τὸν σφραγισμὸν καὶ συνπαρόντος τοῦ λεσώνιος ἢ τις ἂν τι τοιοῦτο γίνηται, τοῦ κ…τ… μου ὡς προθυμότατα πα…σω… θησομένου.