Ancient Greek
P.Amh. 2 52
Documentary Papyri, P.Amh. 2 52
Not analysed yet
ἔτους λα Φαμενὼθ ια. τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Ἀπολλώνιος εἰκοστῆς ἐγκυκλίου κατὰ τὴν παρὰ Ζμῖνος καὶ τῶν μετόχων τῶν πρὸς τῆι ὠνῆι διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀμμώνιος ὀ ἀντιγραφεὺς ὠνῆς Πεχύτης Ἁρσίησιος τοῦ τετάρτου μέρους πάντων ὧν κατεχώρισεν Ἁρσιῆσις ὁ πατὴρ αὐτοῦ Σενθώτηι Πανᾶτος καὶ συντετίμηται ταλάντων β τέλος οὗ ἀλλαγὴ ἑξακοσίας, γίνονται χ. Ἀπολλώνιος τραπεζίτης.