Ancient Greek
P.Amh. 2 60
Documentary Papyri, P.Amh. 2 60
Not analysed yet
ἔτους …Ἐπεὶφ ζ. ὁμολογεῖ Σοχώτης ὁ σιτολογῶν κωμῶν Φιλοπάτορος καὶ Σοκνεπαίου Νήσου ἐργαστήρια μεμετρῆσθαι ἐν τῆι Σοκνεπαίου Νήσωι ὑπὲρ αὐτῶν εἰς τὴν μίσθωσιν τοῦ αὐτοῦ ἔτους παρὰ Μαρρείους τοῦ Σισούχου καὶ τῶν ἱερέων Σοκνεπαίου θεοῦ μεγάλου πυροῦ ἀρτάβας τεσσαράκοντα μίαν ἥμισυ δ, γίνονται πυροῦ ἀρτάβαι μα 𐅵δ. …ρος ὁ ἀντιγραφεὺς παρὰ βασιλικοῦ γραμματέως συνμεμέτρημαι πυροῦ ἀρτάβας τεσσαράκοντα μίαν ἥμισυ δ, γίνονται πυροῦ ἀρτάβαι μα 𐅵δ. …μεμέτρημαι μισθοῦ πυροῦ ἀρτάβας εἴκοσι τρεῖς ἥμισυ γ ιβ, γίνονται πυροῦ ἀρτάβαι κγ 𐅵γ ιβ. …ρος ὁ ἀντιγραφεὺς παρὰ βασιλικοῦ γραμματέως συνμεμέτρημαι πυροῦ εἴκοσι τρεῖς ἥμισυ γ ιβ, γίνονται κγ 𐅵γ ιβ