Ancient Greek
P.Amh. 2 64
Documentary Papyri, P.Amh. 2 64
Not analysed yet
δεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ λ. ἀναγνωσθέντος περὶ δαπάνης εἰς τὸ ἐκ καινῆς κατασκευαζόμενον βαλανεῖον καὶ τὴν πλατεῖαν τάλαντα δέκα ἕξ, καὶ προσειπόντος Ἡρακλείδου στρατηγοῦ καὶ ἄλλα μεταξὺ δεδαπανῆσθαι, Οὐίβιος Μάξιμος· προσεκρίθη τῆι πόλει παρὰ Θέωνος πεντήκοντα τάλαντα καὶ ἐκ τῶν τῆς γυμνασιαρχίδος ἄλλα δοκῶ μοι εἴκοσι. ἐκ τῶν προσκριθέντων τῆι πόλει ἀποκατασταθήτω. Ἡρακλείδης· τίνος καὶ τίνος ὑπαρχόντων; Οὐίβιος Μάξιμος· ἔχεις ἐν τοῖς ὑπομνηματισμοῖς μου. ἀντίγραφον ἐπιστολῆς. Σουλπίκιος Σίμιλις Ἡρακλείδηι στρατηγῷ Ἑρμουπολίτου χαίρειν. Ἡρώδης Διονυσίου ἐνέτυχέ μοι λέγων τοὺς σὺν αὐτῶι κατασταθέντας ἐπιμελητὰς βαλανείου ἀθέτους εἶναι καὶ μὴ ἀναλογοῦντας τὴν ἐπιμέλειαν. εἰ οὖν ἄθετοί εἰσιν πέμψεις μοι ἑτέρων ἐπιτηρητῶν ὀνόματα, περὶ δὲ τῶν τῆς πόλεως λημάτων ἐξετάσας δηλώσεις μοι. ἐρρῶσθαι εὔχομαι. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ …