Ancient Greek
P.Amh. 2 86
Documentary Papyri, P.Amh. 2 86
Not analysed yet
Ἑρμαίῳ Ἀπολλωνίου Φιλοκλαυδίῳ τῷ καὶ Ἀλθαιεῖ ἐξηγητῇ Ἑρμοπολείτου παρὰ Ἑρμίου τοῦ Ἑρμίου Ἑρμοπολίτου. βούλομαι μισθώσασθαι εἰς ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τὰ ἀπολελειμμένα ὑπὸ Διδύμης Ἑρμίου ἀδελφῆς μου τετελευτηκυίας ὀρφανοῖς τέκνοις δυσὶ Ἑρμοφίλῳ καὶ Σαλίωνι ἀμφοτέροις Ἀρείου ἐδάφη καὶ ὑπάρχοντα καὶ ἃ ἐὰν ἄλλα ἐφεύρω αὐτῶν καθʼ ὁνδήποτε οὖν τρόπον ἐπὶ φόρου κατʼ ἔτος ἀργυρίου δραχμῶν διακοσίων ἐξήκοντα χωρὶς γνησίων δημοσίων, ἃς καὶ ἀποδώσω κατʼ ἔτος ἐξενίαυτα ἐν μηνὶ Φαῶφι οἷς ἐὰν σὺ ἐπιστείλῃς ὁ ἐξηγητής. ἐὰν δέ τις ἄβροχος γένηται παραδεχθήσεταί μοι κατὰ τὸ ἀνάλογον τοῦ φόρου. ἐὰν δὲ ἕτερα ἐκπραχθῶι χωρὶς γνησίων δημοσίων ὁμοίως παραδεχθήσεταί μοι. ἐπιθέματος δὲ γενομένου ἐξεῖναί σοι ἑτέροις μεταμισθοῦν ἐὰν οὖν φαίνηται μισθῶσαι μοι ἐπὶ τούτοις. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαμενὼθ ἑβδόμηι. μισθώσις Ἑρμίου τοῦ Ἑρμίου ετ…