Ancient Greek
3.5.21 to 3.6.27
Documentary Papyri, P.Ammon 1 3.5.21-3.6.27
Not analysed yet
μόνοι· πολυπραγμόνει οὖν περὶ τῶν φόρων καὶ πέμψον ἐκεῖ τινα ἐπισκέψασθαι· καὶ τοὺς κοινωνούς μου ἤδη μετάπεμψαι Πολυκράτη τε καὶ τὸν προστάτην ὡς ὑπομνησομένους καὶ περὶ τοῦ ἡμετέρου …πονεῖν, τοὺς μὲν πόνους …αυ…ης ὑποστῆσαι σύμπαντας …,τοὺς δʼ ἐμοὺς ἐπὶ τῶν καρπῶν· γράψω δὲ ἤδη χειρὶ ἰδίαι τοῖς φίλοις ἵνα ἡμῖν κοινωνῶσι περὶ τούτου· ἐπεὶ ἤδη καὶ ὁ καιρὸς τῆς συγκομιδῆς …καὶ τάχα συμβαίνει μὴ ἀπολειφθῆναι τηνικάδε καὶ καταλαμβάνειν σε κατὰ τὸν τῆς συγκομιδῆς καιρόν· ἀλλὰ ἴσως μὴ α…· …χε σὲ καὶ τὸν ἀδελφόν μου Σαραπόδωρον εἰς τὰς ἀπαιτήσεις τῶν φόρων ἀπὸ τῆς Ἀραβίας ο… …α· καὶ ἐάν σοι φῇ καὶ ἐμοὶ …παρόντος ἀποδ… …ωι τὰς ἀμοιβὰς ἐξ…· οἶδεν γὰρ καὶ α… …μὴ ὀκνήσῃς …ε…ισαι ἄλλους τινὰς ……α ἦι· οἶδα δὲ ὅτι …ὑπὸ σοῦ κληθε… …θανομε… τοῖς φίλοις ἰδίοις ……ἐγὼ …Ταυρίνωι νῦν …νον ὅτι σὺ ……ειν… τὰς ἐμὰς μερίμνας ἔχει. …ις… τραπ… καὶ ἀδελφικαὶ φιλίαι …ἔγραψα ἵνα μὴ ὑμᾶς καὶ ἄλλας …ἀδελφ… …ημ…· ἐπεὶ οὖν σὺ καὶ …ἄλλο… …ριους καὶ πάσας ἄλλας· π…ις τὰς ἐπιστολὰς τὰς ἐμᾶς διὰ …γράφω ἵνα σοι ……οἶδα γὰρ …σ…ν πο…ς κολ… …ικω…τουπ…λως εὑρήσεις· …ιν…ωνων…ἴστε· καὶ παρηγορήσει …ι τὴν μητέρα …καὶ γ…ου σχεδὸν πάρεστιν· καὶ παραβαλῶ …αὐτῆι συνεχῶς· καὶ μηδὲ ὅλως αὐτὴν ἀθύμως …σῃς· τὸ αὐτὸ δὲ τοῦτο καὶ τῆι κυρίαι μου μητρὶ Μακαρίαι ἐντέλλομαι. εἰ μὴ ἄρα ἡμῶν ἐπελάθετο· καὶ ἐντειλάμην πολλάκις καὶ ὅτε παρήμην καὶ διὰ γραμμάτων ὅτε ἀπεδήμησα παρηγορήσας τὴν μητέρα ἕως σὺν θεοῖς αὐτὴν καταλάβωμεν· ἐρρῶσθαί σε εὔχομαι, μῆτερ κυρία, ἀσπάζομαι πολλὰ τὸν κύριόν μου ἀδελφὸν Σαραπόδωρον καὶ ἀσπάζομαι τὴν μητέρα μου Μακαρίαν καὶ τὴν μητέρα Κα…αν καὶ Ὡρίωνα τὸν νεώτερον σὺν τοῖς ἀδελφοῖς καὶ τῆι μητρὶ καὶ τὰ παιδία τῆς οἰκίας, ἀσπάζομαι καὶ τὸν ἀδελφόν μου Πολυκράτη καὶ τοὺς υἱοὺς καὶ τὰ παιδία τῆς οἰκίας αὐτοῦ καὶ κατὰ δύναμιν σὺν κ…α… καὶ …ας καὶ ἀσπάζομαι ……τοὺς φιλοῦντάς σε πάντας·