Ancient Greek
P.Ammon 2 29
Documentary Papyri, P.Ammon 2 29
Not analysed yet
Αὐρήλιος Ἄμμων σχολαστικὸς ἀπὸ Πανὸς πόλεως τῆς Θηβαίδος. ἐπειδὴ Φλάυιος Εὐγένειος μεμοράριος καὶ ἐγὼ ὁ Ἄμμων ὁμολογίαν ἔγγραφον κοινῆι πεποιήμεθα ἐπὶ τῆς Πανοπολιτῶν πόλεως περί τινος πράγματος καὶ οὐκ οἶδ’ ἀνθ’ ὅτου προθεσμίαν τοιαύτην ἐν τῆι ὁμολογίαι ταύτηι κατεδεξάμην ὥστε ἀπὸ ἑβδόμης καὶ εἰκάδος Ἁθὺρ τοῦ παρελθόντος μηνὸς εἴσω ἡμερῶν εἴκοσι εἰς Ἀλεξάνδρειάν με παραγενέσθαι του… ἀσφαλιζομ… …της προθεσμίας ἐπεδήμησα τῆι λαμπρᾶι ταύτηι Ἀλεξανδρέων πόλει καὶ τοῦ διασφαλισμοῦ τὸ γραμματεῖόν σοι ἐκδέδωκα τὸ ἴσον τούτου καὶ ἰσότυπον παρ’ ἐμαυτῶι ἔχειν, ἀξιῶ μετὰ τῆς σῆς ὑποσημειώσεως πρὸς ἀσφάλειαν εἶναι. ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων Χοιάκ Αὐρήλιος Ἄμμων ἀσφαλίζομαι ὡς πρόκειται