Ancient Greek
38.2.40 to 38.msperpendicular.72
Documentary Papyri, P.Ammon 2 38.2.40-38.msperpendicular.72
Not analysed yet
καὶ γνοὺς τοῦ πράγματος τὴν ἀκρίβειαν καὶ ὡς τοῦ πρώτου ἐπιχειρήματος ἀποτυχών, λοιπὸν εἰς ἄλλο τι ἐτράπη καὶ περὶ τοῦτο ἐστρέφετο. φίλους γὰρ ἀξιώσας μεταξὺ γενέσθαι καὶ Ἀπόλλων ὁ ποιητὴς ὁ ἀδελφιδοῦς ὁ ἐμός, ὃν καὶ ἡ σή, ὦ δέσποτα, περὶ τοὺς λόγους ἀρετή τε καὶ φιληκοΐα γινώσκει τὴν παρὰ σοῦ, τοῦ ἐμοῦ δεσπότου, ἐν Θηβαίδι εὐτυχήσαντα ἀκρόασιν …καὶ …α τινα καὶ καμάτους επ… ἕως ἂν συλλάβηι καὶ συναγάγηι τὰ ἀνδράποδα ταῦτα τῆιδε ἐκεῖσε ἐσκορπισμένα καὶ δρασμὸν ἤδη μελε τήσαντα καὶ ὡς ἐν ἐρημίαι ἀδέσποτα ὄντα …ἀλλ ἐπειδὴ …ἐξετεταράγμην ἐπὶ τῶι παραδόξωι τοῦ πράγματος καὶ σχεδὸν οὐδὲ ἐμαυτοῦ εἶναι ἐδόκουν ὁρῶν τοὺς βουλομένους οὕτως ἄγοντας καὶ φέροντας τὰ ἡμέτερα ὡς ἐπ’ ἀνδρῶν δήμευσιν ἤ τι τοιοῦτον ἕτερον πεπονθότων, ἐντεθύμημαι, παρῆλθεν δὲ τὸ ἡμέτερον ἡμῖν εὖ ἀναγκαίως καὶ ἀσφαλῶς τῶι γραμματείωι προσθεῖναι αὐτὸ δὴ τοῦτο τὸ εἰ μὴ διέθετο ἐκεῖνος μηδὲν ἄλλο τι περὶ τῶν ἀνδραπόδων, διὰ τοῦτο νῦν ἀσφαλίζομαι ἀξιῶν καὶ δεόμενος τῆς σῆς, ὦ δέσποτα, πρὸς τοὺς νόμους ἀκριβείας, εἴπερ ἀνάγκη με τὴν ἀπάτην φέρειν, κἂν διόρθωσιν τοῦ σφάλματος ἐπὶ ὑπομνημάτων γενέσθαι …σθαι· ε… μετὰ ταῦτα διαθῆκαι γεγενημέναι, ἐπάναγκες καὶ τοῦτον πεισθήσεσθαι τοῖς διὰ τῶν διαθηκῶν δειχθησομένοις καὶ μη πρόκριμα εἶναι εἰ τοῦτο φαίνεται …α… μης…ν…σαυτ… vestig. …ουσ…ια… ουσι καὶ ἐμοὶ ὡσαυτ…νασ…εικ… ι… οὐδ …προὐτρέψατο εἰς δ… αλ… με…σ… πρὸς αὐτὸν …α…δ…τον παραδόντα μ… Ἀλεξανδρείας καὶ ταυ… …σαν…σεχειν…ε… …τυ…τουπ…