Ancient Greek
P.Ammon 1 17
Documentary Papyri, P.Ammon 2 47
Not analysed yet
καὶ ἐμὲ δεύτερον ὑπὸ τὴν τάξιν προστάττει γίγνεσθαι, ἄνδρα μηδεμιᾶς αἰτίας μηδὲ μέμψεως ὄντα ὑπεύθυνον, διὰ μισθῶν δὲ αἴτησιν ἄπρακτόν με αὐτῶι προσεληλυθότα, …ε καὶ θέαμα ἰδεῖν οὐδαμῶς οὔτε τῶι πάσχοντι φορητόν, οὔτε τοῖς θεωμένοις ἀνεκτόν, πράως ἐνεγκεῖν ἐν σιωπῆι τὴν θέαν ὑπὸ παρόντος τινὸς ὀφικιαλίου ἄνδρα φιλοσοφίαι καὶ λόγοις …αζοντα καὶ ἀπραγμοσύνην ἀσκοῦντα ὑβρι… …καὶ ἐν ἁγίωι μου σχήματι τῆιδε ἐκεῖσε περιαγόμενον καὶ ἐκ… …μενον μηδὲν ἡμαρτηκότα, ὁρῶντες οἱ περιεστῶτες ……μὴ καρτεροῦντες καθ’ ἡσυχίαν ἐνεγκεῖν τὴν τοιαύτην θέαν, δι… …ν τοίνυν οὕτω ὑβρισμένος παραχρῆμα ἐφέσει χρη κέ μαι τὸ σεμνότατόν σου, δέσποτα, ἐπικαλούμενος δικαστήριον, ἐφ’ οὗ ἀξιῶ ε… …ἐξετα… …υ…τα… …υαι…