Ancient Greek
P.Ammon 2 52 col. 3
Documentary Papyri, P.Ammon 2 52col3
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ τὸ η καὶ Μαξιμιανοῦ τὸ ζ Σεβαστῶν Αὐρηλίωι Ἁρποκρατίωνι τῶι καὶ Ἀθηνοδώρωι ἀναμετρητῆι Πανοπολίτου παρὰ Αὐρηλίου Πετεαρβεσχίνιος ἱερέως ἱερῶν Πανὸς πόλεως. ἀπογράφομαι παρὰ σοὶ κατὰ τὸ θεῖον πρόσταγμα τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμινιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων ……σχε…υ… ἔτους κ καὶ ἔτους ιθ καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων …Θὼθ …Αὐρήλιος Πετεαρβεσχίνις Ὥρωνος ὁ προκείμενος ἀπογράφομαι ὡς πρόκειται.