Ancient Greek
P.Ammon 2 53 col. 2
Documentary Papyri, P.Ammon 2 53col2
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ τὸ η καὶ Μαξιμιανοῦ τὸ ζ Σεβασστῶν Αὐρηλίοις Μάρκωι καὶ Ζωίλωι ἀναμετρηταῖς Πανοπολίτου παρὰ Αὐρηλίου Πετεαρβεσχίνιος Ὥρωνος ἰερέως ἱερῶν πρωτολογίμων Πανὸς πόλεως. ἀπογράφομαι παρ’ ὑμῖν κατὰ τὸ θεῖον πρόσταγμα τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὴν ὑπάρχουσάν μοι κτῆσιν ἀναμετρηθεῖσαν καὶ παραδοθεῖσάν μοι ὑφ’ ὑμῶν ἐπὶ τοπαρχίας μητροπόλεως. ἔστι δέ· μητροπόλεως· κοίτης σκθ κλήρου Ἴσιδος Ν…τος ἐσπ ἰδιωτ ἄρουραι …καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους κ καὶ ἔτους ιθ καὶ ιβ ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Θὼθ θ.