Ancient Greek
P.Amst. 1 45
Documentary Papyri, P.Amst. 1 45
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαουί Πατρικίου τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδοξοτάτου στρατηγοῦ καὶ Ὑπατίου καὶ τοῦ δηλωθησομένου Ἐπεὶφ ιγ ι ἰνδικτίονος. Αὐρηλία Θέκλα Πέκυτος μητρὸς Εὖτος ἀπὸ κώμης Ταπαρώου τοῦ Ἑρμουπολίτου νομοῦ Φλαουίῳ Ἀθανασίῳ Πανεῦτος ἀποδρακωναρίῳ τῶν γενναιωτάτων Μαύρων ἀπὸ Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι παρὰ σοῦ εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου κεφαλαίου …ου χρυσοῦ νομισμάτια ἀριθμῷ δύο ἥμισυ, γίνεται χρυσοῦ νομισμάτια β 𐅵. πρὸς δὲ τὴν ὑμετέραν ἀσφάλειαν καὶ ἔκτισιν τοῦ προγεγραμμένου χρέους ἐντεῦθέν σοι ὑποτίθημι ἀρούρας ἥμισυ περὶ πρακτορίαν …χειρόγραφον Θέκλας Πέκυτος ἀπὸ κώμης Ταπαρώου