Ancient Greek
P.Amst. 1 48
Documentary Papyri, P.Amst. 1 48
Not analysed yet
……ς …Ἑρμουπολίτου νομοῦ τῷ ἁγιωτάτῳ πατρὶ ἀββᾷ Σερήνῳ ἀρχιμανδρίτῃ τοῦ ἁγίου μοναστηρίου ἀββᾶ Ἀπολλῶτος ἐνορίας κώμης Τιτκώεως τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὅμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς εὐλαβείας τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς οἴνου νέου μούστου κνιδίων τετρακοσίας πεντήκοντα ,γίνεται οἴνου κνίδια υν, ἅπερ σοι ἀποδώσω ἐν τῷ καιρῷ τρύγης τῷ Μεσορὴ μηνὶ καρπῶν τῆς εὐτυχοῦς πεντεκαιδεκάτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ ἐκ ξεστῶν τριῶν ἑκάστου κνιδίου σου παρέχοντος τά κοῦφα αὐτῶν νέα. εἲ δὲ εὑρεθείη ἢ ὄξος ἢ ὀζόμενος ἢ ἀποίητος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως τοῦ Φαμενὼθ …τῆς αὐτῆς ἰνδικτίονος …