Ancient Greek
p.anag pg154_155
Documentary Papyri, p.anag pg pg154_155
Not analysed yet
Ἀλῆς Πασίωνος καὶ Ἀλῆς Κεφαλᾶτος ἀπὸ κώμης Ταμπιτὶ Φιλοξένῳ ἐριεμπόρῳ ἀδελφῷ χαίρειν. δὸς Δωροθέῳ προνοητῇ οὐσίας Διοσκόρου ἀπὸ λόγου τιμῆς ἐρίου χρυσοῦ νομισμάτιον ἓν 𐅵,σημείου χάριν ὅτε ἀπέστειλα τὴν ἀδελφήν μου Ἀπίαν καὶ δέδωκε εἰς αὐτὴν τὸ νομισμάτιον, ἓν μὲν ἐκ χρυσοῦ καὶ ἓν ἥμισυ ἐν ἀργυρίοις. μὴ ἀμελήσῃς οὖν, ἀδελφέ· παράσχου αὐτῷ τὸ νομισμάτιον. Αὐρήλιοι Ἀλῆς καὶ ἕτερος Ἀλῆς Κεφαλᾶτος συμφωνεῖ ἡμῖν πάντα τὰ ἐνγεγραμμένα ὡς πρόκιται. Αὐρήλιος Σαραπάμμων γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν, γράμματα μὴ εἰδότων.