Ancient Greek
P.Ant. 1 31
Documentary Papyri, P.Ant. 1 31
Not analysed yet
Φλαύιος Πανίσκος ὁ καὶ Ἰσίδωρος λογιστὴς Ἀντινόου πόλεως τῆς λαμπροτάτης Ἀπολλωνίῳ Ἄμμωνος κοσμητῇ χαίρειν· φρόντισον ἀπὸ τῆς χρεωστουμένης ὑπὸ σοῦ τῇ πόλει ἀρχῆς κοσμητείας ἀποδοῦναι μῆνα ἕνα τὸν ἀπὸ α Μεσορὴ ἕως ἐπαγομένων β καὶ προνοήσασθαι τῆς εὐκοσμίας τῆς πόλεως τὸν δυνατὸν τρόπον· ἐρρῶσθαί σε εὔχομαι. ὑπατείας Οὐλκακίου Ῥουφίνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Εὐσεβίου τοῦ λαμπροτάτου κόμιτος Ἐπεὶφ λ.