Ancient Greek
P.Ant. 1 39
Documentary Papyri, P.Ant. 1 39
Not analysed yet
τοῖς τρίτον μέλλουσιν ὑπάτοις Μεχεὶρ ιβ. …ι διαδεχομένῳ ἐξακτορίαν Ἀντινοιτοῦ παρὰ Ἰσιδώρας ἀδελφῆς Σιλβανοῦ ἀπογενομένου ἄρξαντος βουλευτοῦ φυλῆς Σαβείνης· ἠρίθμημαι παρὰ τοῦ αὐτόθι ὑποδέκτου ἐξ ἐπιστάλματός σου ὑπὲρ τιμῆς τῆς εἰσενεχθείσης ὑπʼ ἐμοῦ ι εὐτυχοῦς ἰνδικτίωνος χλαμύδος α στιχαρίου α, τὰ συναγόμενα ἀργυρίου σεβαστῶν νομίσματος δηνάρια τρισχίλια τετρακόσια ἑβδομήκοντα πέντε γίνεται δηνάρια Γυοε, ὧν ὑπολογοῦνται ὑπὲρ ἑκατοστῶν ϛ ἥμισυ τῷ ταμίῳ δηνάρια διακόσια εἴκοσι πέντε, γίνεται δηνάρια σκε, γίνεται τὰ λοιπὰ δηνάρια Γσν πλήρη. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα Ἰσιδώρα ἠρίθμημαι τὸ προκείμενον ἀργύριον· …χιος Ἰσιδώρου ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης.