Ancient Greek
P.Ant. 2 92
Documentary Papyri, P.Ant. 2 92
Not analysed yet
ὑπομνηστικὸν ἐμοῦ Ἰωάννου πρὸς τὸν δεσπότην μου ἀδελφὸν Ἀναστάσιον ὥστε σὺν θεῷ παραγενόμενος ἐν τῇ Ἀντινόου παρακαλέσαι τὸν δεσπότην μου τὸν μεγαλοπρεπέστατον κόμητα Μηνᾶ περὶ τῆς προχρείας τοῦ κτήματος Ἀπάμμωνος καὶ περὶ τῆς νήσου τοῦ κτήματος· εἰ δέ μοι ἐθελήσῃ ἡ αὐτοῦ μεγαλοπρέπεια καὶ διακοσίους ξέστας ῥαφανελαίου ὥστε διαλέγεσθαι καὶ τῷ κυρίῳ Θεοφείλῳ περὶ τοῦ Λείλου καὶ παραδοῦναι αὐτῷ τὰ δ νομίσματα καὶ λαβεῖν τὰς πράσεις παρὰ Λείλου· εἰ δὲ ἐθελήσῃ περαιτέρω τῶν δ νομισμάτων, ὀμόσῃ ἡ στα…ους τοῦ Κολλούθου ἐπὶ Βίκτορος τοῦ ἀδελφοῦ τοῦ προειρημένου Λείλου καὶ λάβῃ τὰ ὑπόλοιπα. ὥστε ἐκβαλεῖν Παπνοῦθιν τὸν γεωργὸν ἐκ τοῦ ἐμοῦ κτήματος καὶ ζητῆσαι παρ αὐτοῦ πάντα τὰ ἐνκείμενα ἐν τῇ μισθώσει αὐτοῦ καὶ τὴν προχρείαν ἣ ἔχει καὶ τοὺς καλάμους ἀπὸ τῆς ὀγδόης ἕως τῆς ἑνδεκάτης. ὥστε σὺν θεῷ ἀγοράσαι μοι τριακόσια τυροὺς πλατεῖς καὶ δύο ἀρτάβας …ν ὥστε ζητῆσαι τὸν κύριον …τῆς ἀδελφῆς τοῦ κυρίου Νείλου τοῦ σκρινιαρίου τῆς κομητιανῆς καὶ δοῦναι αὐτῷ τὰ γράμματα τῆς μητρὸς αὐτοῦ· καὶ εἰ χρεία αὐτῷ γένηται αὐτῷ ἕως δέκα νομισμάτων καταξίωσον αὐτῷ παρασχεῖν αὐτῷ καὶ λαβεῖν ἰδιόχειρον παρʼ αὐτοῦ καὶ πέμψαι μοι ἵνα λάβῃ αὐτὰ καὶ πέμψω ὑμῖν ὥστε ἐπιστεῖλαί μοι τὴν μίαν ἀρτάβην ἀπὸ τοῦ φασηλίου διὰ τὰς νηστείας καὶ καλὰ λαμψάνια καὶ τὸ μέλι καὶ καλὰ σανδάλια.