Ancient Greek
P.Ant. 3 188
Documentary Papyri, P.Ant. 3 188
Not analysed yet
…ὑμετέραν γνησίαν ἐνδοξότητα …τ…υοπ…κρ… Θεοδόσιος ὁ ἐνδοξότατος ἐκ τῆς Εὐδαίμονος ἐν αἷς ηὗρεν καὶ ἐπιστολὴν πρὸς τοὺς ἐνδοξοτάτους ὑμᾶς Δροσερίου τοῦ εὐκλεεστάτου ἀπὸ ὑπάτων καὶ κουράτορος τοῦ θείου οἴκου τῶν Πλακιδίας, ἥντινα ἐπιστολήν, ἣν ἔβαλον ἔνδον γραμμάτων τῆς ὑμῶν ἐνδοξότητος, δέδωκέν μοι ὀφείλουσαν διʼ ἐμοῦ σταλῆναι τῇ ὑμετέρᾳ γνησιότητι. περὶ δὲ τῆς συνθέσεως κατὰ τὰ γραφέντα ὑμῖν παρʼ ἐμοῦ διὰ τοῦ εἰρημένου Ἀβρααμίου ἐὰν ἀρεστὸν ὑμῖν ἐστιν, φροντίσατε τοῦ συντόμως τὸν ὑμέτερον σκοπὸν γραφῆναι ἐνταῦθα πρὸ τοῦ ὡς εἰκὸς πεμφθῆναι τὸ χρυσίον παρὰ τοῦ καλοῦ ἀνθρώπου ἐκείνου. οὐκ οἶδα πόθεν αὐτὸν ἐγνώριστε. ἐὰν γὰρ ὁ λόγος ἀρέσει ὑμῖν καὶ θέλετε ὑμεῖς λαβεῖν τὴν τοιαύτην σύνθεσιν, καὶ ἐὰν πέμψῃ τὸ χρυσίον, ἐλπίζω ὅτι ἡ κέλευσις ὑμῶν γείνεται. ἐγὼ μέντοι, δέσποτα, ἐν τῷ τέως ἐνταῦθα ἐπέχομαι πῆ μὲν διὰ τὰ ἔργα …εβαλόμην εἰς διαφορὰς …κ…ημ…εσιν …καὶ …εἰς τελείαν ἐρήμωσιν ἐλάσαντα, πῆ δὲ καὶ διὰ τὸ ἀναμένειν με ἕως τῆς ὥρας ἀπὸ τῆς Εὐδαίμονος τοὺς ἐμούς. ἐπὰν γὰρ ἐνταῦθα ἐπεσχέθην, εὔβουλον ἦν γράψαι αὐτοῖς ἐλθεῖν ἵνα μή ἐσμεν ἀπὸ ἀλλήλων. ἀλλὰ παρακαλῶ τοὺς ἐνδοξοτάτους ὑμᾶς συνήθως τὸ γνήσιον ἐνδείξεσθαι, τὸ δὲ ἀληθέστερον εἰπεῖν καὶ διὰ τὴν ὑμετέραν ψυχήν, καὶ ἀντιλαβέσθαι τῶν πραγμάτων τῆς κτήσεως τοῦ κατʼ ἐμὲ εὐαγοῦς ξενῶνος ἤγουν Γρηγορίου τοῦ θεοφιλεστάτου, καὶ μάλιστα σήμερον ἐν καιρῷ τοιούτῳ καὶ ἐναλλαγῆς γεναμένης πραγμάτων καὶ εὐμενείᾳ Θεοῦ δυναμένων ὑμῶν πρὸς ἕκαστον τῶν κρατούντων τὰ πράγματα τῆς ἐπαρχίας ὑμῶν. ὁ Κύριος τῆς δόξης χαρίσεταί μοι τὴν ὑμετέραν γνησίαν ἐνδοξότητα εὐδαιμονοῦσαν διὰ παντός. δεσπότῃ ἡμῶν… διάφορος ἐπιστολὴ τοῦ αὐγουσταλίου καὶ ἄλλη ἐπιστολὴ διαφόρου προσώπου Δρακόντος σὺν Θεῷ χαρτουλαρίου ἐνεχθεῖσαι διὰ τοῦ μαγιστριανοῦ χάριν τοῦ τρίτου μέρους τοῦ δημοσίου τῆς ἀποκρίσεως Ἐπεὶφ ϛ ἰνδικτίονος ιε