Ancient Greek
P.Ant. 3 194
Documentary Papyri, P.Ant. 3 194
Not analysed yet
Αὐρήλιος Ἱμέριος Πιτήρωνι ἰδίῳ χαίρειν. παρασχοῦ τοῖς κυρίοις μου τοῖς περὶ Ἡρωδιανὸν τοῖς ἐπαρχικοῖς οἴνου διπλᾶ δέκα σπάθια δέκα μέλιτος κνίδιον ἕν, γίνεται διπλᾶ ι σπάθια ι μέλιτος κνίδιον α. Ἐπεὶφ κ πρυτανείας Ἰαχίου.