Ancient Greek
P.Apoll. 20
Documentary Papyri, P.Apoll. 20
Not analysed yet
τὰ μέρη ψελλίων ἐποίησεν ὁ δεσπότης ἡμῶν ὁ εὐκλεέστατος ἀμιρᾶς, καὶ ἔλαχεν τῇ παγαρχίᾳ τῆς περιβλέπτου σου φιλίας ψέλλια ἑκατὸν εἴκοσι . λοιπὸν ταῦτα διὰ πάσης συντομίας ἐπιτρέψῃ γενέσθαι, ἵνα ἀνερχομένου τοῦ αὐτοῦ εὐκλεεστάτου ἀμιρᾶ εἰς τὴν Ἀντινόου εὕρῃ αὐτὰ ἐν ἑτοίμῳ· ἰδοὺ γὰρ ἔγραψεν ἡμῖν περὶ τούτων· ταῦτα δὲ παρέχωσιν οἱ ναῦται οἱ κα… …ἀπὸ τῆς χώρας. λοιπὸν ὡς προεῖπον, ταῦτα ἐν συντόμῳ εὐτρεπείσῃ μηνὶ Φαμενὼθ ια ἰνδικτίονος η τῷ τὰ πάντα τιμῆς ἀξίῳ Παπᾷ παγάρχῳ Ἀπόλλωνος Ἄνω Θεόδωρος σὺν Θεῷ νοτάριος περὶ ψελλίων ρκ