Ancient Greek
P.Apoll. 27
Documentary Papyri, P.Apoll. 27
Not analysed yet
μετὰ τοῦ ἐμὲ ποιῆσαι τὴν προτέραν ἐπιστολήν, ἦλθεν ἄλλος βερεδάριος μετὰ γραμμάτων τοῦ δεσπότου ἡμῶν τοῦ πανευφήμου ἀμιρᾶ, ἐν οἷς ἔγραψεν μεμφόμενός μου ὅτι ἐγνώσθη …περὶ τῆς διώρυγος τῆς Λάτων ὅτι μέχρι νῦν οὐδὲν ἄξιον λόγου ἐγένετο εἰς τὸ ἔργον αὐτῆς. καὶ ἐκέλευσέν μοι πέμψαι νοτάριόν μου ὀφείλοντα μεῖναι εἰς ἀνώρυξιν αὐτῆς, καὶ ζητῆσαι τὸ ἀδνούμεν τῶν ἐργατῶν καθʼ ἑκάστην ἡμέραν, καὶ σφίγξαι τὸ πρᾶγμα αὐτῆς εἴτε εἰς τὴν ἀνακάθαρσιν εἴτε εἰς τὴν ἀνώρυξιν τοῦ ὑπολοίπου ἑκάστου, ἵνα τὸ ἔργον τελειωθῇ ἐντὸς δέκα ἡμερῶν ἤτοι δεκαπέντε . καὶ ἠναγκάσθην περιφρονῆσαι τοῦ ἐλαχίστου μου πράγματος, καὶ πέμψαι Ἰωάννην τὸν νοτάριόν μου διὰ τὴν ἀπαραίτητον κέλευσιν τοῦ δεσπότου ἡμῶν τοῦ πανευφήμου ἀμιρᾶ. καὶ ἀνάγκη ὑμῖν, ὡς ἔγραψεν κελεύων μοι, καμεῖν εἴτε εἰς τὴν ἀνακάθαρσιν εἴτε εἰς τὴν ἀνώρυξιν τοῦ ὑπολοίπου νέου. λοιπὸν ἐὰν θέλετε μετὰ σπουδῆς ἐξεῖναι ἀπὸ τῶν ἐκεῖσε καὶ ἐλθεῖν εἰς τὰ ὑμῶν ἰδικὰ ἔργα εὐθέως, μάθετε τὸ μέρος ὑμῶν εἴτε ἐκ τοῦ παλαιοῦ εἴτε ἐκ τοῦ νέου, καὶ τὰ ἔργα τελειώσατε καὶ ἀναχωρήσατε. οὐ δυνάμεθα γὰρ παρακοῦσαι τὰς κελεύσεις τοῦ δεσπότου ἡμῶν …τι Παχὼν θ ἰνδικτίονος ιβ τῷ τὰ πάντα περιβλέπτῳ καὶ τιμιωτάτῳ ἀδελφῷ Παπᾷ παγάρχῳ Ἀπόλλωνος Ἄνω Ἠλίας νοτάριος