Ancient Greek
P.Apoll. 42
Documentary Papyri, P.Apoll. 42
Not analysed yet
ἐπειδὴ ἡ γυνὴ Ἰακκώβου τοῦ γεωργοῦ τοῦ παραδοθέντος μοι ἐκ τῆς ὑμετέρας θεοφυλάκτου μεγαλοπρεποῦς δεσποτείας κατὰ συγκρότησιν ἦλθεν λέγουσα ὡς ἐκρατήθη …χάριν τοῦ διαγράφου τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἄπιστον μὲν ἐφάνη μοι τὸ πρᾶγμα, μὴ ἄρα δὲ κα…εμ…τούτου· ἐπειδὴ γὰρ οἶδεν ὁ δεσπότης μου ὅτι κατʼ ἐνιαυτὸν πέμπω τὸν σύνδουλόν μου τὸν υἱόν μου εἰς τὴν εὐλογημένην ὑμῶν πόλιν καὶ ἀπαιτεῖν τοὺς ὄντας ἐκεῖ γεωργοὺς τῶν χωρίων Τάμεως, καὶ δοῦναι τῷ ἀπαιτητῇ τὸ διάγραφον τῶν ὄντων ἐγγύς μου, τοῦτʼ ἔστιν καὶ Σανσνώτι, εἰ μὴ αὐτοὺς γὰρ οὐκ ἔχω ἐγγύς μου· καὶ ἐγὼ δὲ ἔχω ἐγγὺς ὑμῶν τέσσαρας γεωργοὺς πρὸς τὴν ὑποτεταγμένην γνῶσιν, καὶ λοιπὸν ἀπολογοῦμαι κατʼ ἐνιαυτόν τὸ διδόμενον ὑμῖν ὑμὲρ τῶν ὄντων μου ἐγγὺς ὑμῶν τεσσάρων γεωργῶν παρακαλῶ ὑμᾶς κελεῦσαι διαβασταγῆναι αὐτὴν ἕως οὗ πέμψω τὸν προσκυνητὴν ὑμῶν τὸν υἱόν μου καὶ λαβεῖν παρὰ τῶν ὄντων ἐγγὺς ὑμῶν γεωργῶν τῶν χωρίων, καὶ δοῦναι τῷ ἀπαιτητῇ τὸ διάγραφον αὐτῶν. πρὸς ὃ ἂν κελεύετε ὅπως καὶ ἐν τούτῳ πλεῖστα εὐχαριστῶ ὑμῖν συνήθως προσομολόγησον. διὰ τοῦ γράμματος πλεῖστα προσκυνῶ καὶ κατασπάζομαι τοὺς τετιμημένους πόδας τῆς ὑμετέρας θεοφυλάκτου δεσποτείας, καὶ διʼ ὑμῶν τὸν περίβλεπτον ὑμῶν ἀδελφὸν τὸν περίβλεπτον Κῦριν Ἰωάννην, παρακαλῶν συνεχῶς γράψαι μοι τὴν ἐν Χριστῷ ὑμῶν ὑγιείαν, καὶ περὶ ὧν κελεύετε τῶν μερῶν τούτων, ἑτοίμῳ ὄντι πᾶσαν κέλευσιν ὑμῶν κατὰ χρέος ἀποπληρῶσαι. ἐὰν δὲ ἀναλάβω ἐμαυτὸν ὀλίγον εὑρίσκομαι σὺν Θεῷ εἰς προσκύνησιν ὑμῶν μετὰ προθυμίας πολλῆς …τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ τὰ πάντα τιμιωτάτῳ Κύρῳ Παπᾷ τῷ μεγίστῳ κόμετι πολιτευομέῳ καὶ παγάρχῳ Πεσύνθιος