Ancient Greek
P.Apoll. 57
Documentary Papyri, P.Apoll. 57
Not analysed yet
……σπείρειν καὶ συνκομίσασθαι διὰ τῶν μου κτηνῶν καὶ γεωργῶν καὶ οἰκειώσασθαι τὸ ἥμισυ μέρος ὅλων τῶν περιεσομένων γενημάτων καὶ ἀχύρου, καὶ ὑμᾶς λαβεῖν τὸ ἄλλο ἥμισυ μέρος ὑπὲρ γεουχικῆς μοίρας, ἐφʼ ᾧ με δὲ παρασχεῖν τὸ ἥμισυ τῆς σπερμοβολίας καὶ ὑμᾶς τὸ ἥμισυ · καὶ εἰς ὑμῶν ἀσφάλειαν πεποίημαι τὴν παροῦσαν ἐπιτρεπτικὴν μίσθωσιν ὡς πρόκειται. ἐγράφη μηνὶ θὼθ κα ἰνδικτίονος ζ Μηνᾶς ἐλαιουργὸς διʼ ἐμοῦ Ταβέιτος γαμέτης τῆς προγεγραμμένης στοιχεῖ μοι ἡ παροῦσα μίσθωσις ὡς πρόκειται. Βασίλειος υἱὸς Ἰωάννου τοῦ μακαρίου αἰτηθεὶς ὑπέγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ ἐπισταμένης. Παπνοῦθις διάκονος ἐλάχιστος καὶ σὺν Θεῷ νομικὸς Ἀπόλλωνος Ἄνω μαρτυρῶ τῇ παρούσῃ ἐπιτρεπτικῇ μισθώσει …