Ancient Greek
P.Apoll. 7
Documentary Papyri, P.Apoll. 7
Not analysed yet
ἐν ὀνόματι τοῦ Θεοῦ, παρʼ ἐμοῦ Σουβηειτ ἀμιρᾶ πρὸς Παπᾶν τὸν πάγαρχον Ἀπόλλωνος Ἄνω· δεχομένη τὴν παροῦσάν μου ἐπιστολὴν ἡ μεγαλοπρέπειά σου, βλέπετε, τὸν ἀποδιδόντα τὴν παροῦσάν μου ἐπιστολὴν καὶ παρασκευάσατε αὐτὸν ἀπελθεῖν, καὶ λαβόντες ἐγγύας μὴ ἐάσητε αὐτὸν ἐλθεῖν πρὸς μὲ περὶ τούτου· καὶ εἰρήνη ὑμῖν ἀπὸ τοῦ Θεοῦ παγάρχῳ Ἀπόλλωνος Ἄνω παρὰ Σουβηειτ υἱοῦ Χεδεζ ἀμιρᾶ