Ancient Greek
P.Athen. Xyla 1 17
Documentary Papyri, P.Athen. Xyla 17
Not analysed yet
…διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου σου κεφάλαιον χρυσοῦ νομισματίου δεσποτικοῦ δοκίμου ἀριθμῷ ἑνὸς παρὰ κεράτια ἕξ γίνονται νομισμάτια α παρὰ κεράτια ϛ, ὅπερ σοι ἀποδώσω ἐν καιρῷ τῆς απα …ου…τ… καρπῶν τῆς εὐτυχοῦς τρισκαιδεκάτης ἰνδικτίονος χωρίς τινος ἀντιλογίας καὶ ὑπερθέσεως γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ γραμμάτιον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Χόιτος ὁ προκείμενος ἔσχον τὸ χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια ἓξ ἃ καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Βασιλείδης Σερήνου ὁ προκείμενος ἀναδέχομαι καὶ βεβαιῶ τῇ αὐτῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιοι Ἀπολλῶς Σεραπᾶ καὶ Βίκτωρ Πηλέως κωμάρχης μαρτυρῶ τοῦ γραμματίου ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἀμοῦνις γνωστὴρ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ τῶν μαρτύρων γράμματα μὴ εἰδότων. καὶ διʼ ἐμοῦ Ἀμούνεως ὁμοίως ἐγράφη ⲧⲉϭⲣⲟⲙⲡⲉ ⲧϣⲉⲛ… …ου γίνεται χρυσοῦ νομισμάτια α παρὰ κεράτια ϛ