Ancient Greek
P.Athen. Xyla 1 6
Documentary Papyri, P.Athen. Xyla 6
Not analysed yet
……ἑκατὸν πεντήκοντα γίνεται οἴνου ρν, ἅπερ σοι ἀποδώσω ἐν καιρῷ τρύγης τῷ Μεσορὴ μηνὶ τῆς εὐτυχοῦς εἰσιούσης τρίτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ τόπου …Ἄπα Ἀπολλῶτος σοῦ παρέχοντος τὰ κοῦφα αὐτῶν νέα. εἰ δὲ εὑρηθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐκ τοῦ αὐτοῦ οἴνου ἕως ἑορτῆς Θύνεως τοῦ Φαμενὼθ μηνὸς τῆς παρούσης τρίτης ἰνδικτίονος ἐπὶ τῷ με ἀλλάξαι ἐσοὶ ἐκ καλοῦ οἴνου ἀνυπερθέτως ὑποκειμένης σοι εἰς τοῦτο τὸ χρέος πάσης μου τῆς ὑποστάσεως καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …ἀπὸ κώμης Δημητρίου τοῦ Ἑρμοπολίτου νομοῦ. ⲓⲥⲁⲕ ⲡϣⲉ ⲛ…