Ancient Greek
P.Athen. 52
Documentary Papyri, P.Athen. 52
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παχὼν κη, διέγραψεν Ἀπολλωνίῳ καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Πτολεμαίδος Εὐεργέτιδος Μαρῖνος διὰ Ἀμμωνίου ἀδελφοῦ μερισμοῦ τοῦ ἐν Ἀλεξανδρείᾳ Ἁδριανείου δραχμὰς δεκαὲξ γίνονται δραχμαὶ ιϛ