Ancient Greek
P.Athen. 60
Documentary Papyri, P.Athen. 60
Not analysed yet
Ἀπολλωνία καὶ Εὔπους Ῥασίῳ καὶ Δημαρίῳ ταῖς ἀδελφαῖς χαίρειν. εἰ ἔρρωσθε εὖ· ἐρρώμεθα δὲ καὶ αὐταί. καλῶς δὲ ποιήσεις τοῖς ἱεροῖς λύχνον ἅπτουσα καὶ ἐκτινάσσουσα τὰ προσκεφάλαια. φιλομάθει δὲ καὶ μὴ λυποῦ περὶ τῆς μητρός· ἤδη γὰρ κομψῶς ἔχει. προσδέχεσθε δὲ ἡμᾶς. ἔρρωσθε. καὶ μὴ παῖζε ἐν τῇ αὐλῇ, ἀλλὰ ἔσω εὐτάκτει· ἐπιμέλου δὲ Τιτόας καὶ Σφαίρου. παρὰ Ἀπολλωνίας καὶ Εὔποδος Ῥασίῳ καὶ Δημαρίῳ ταῖς ἀδελφαῖς