Ancient Greek
P.Athen. 64
Documentary Papyri, P.Athen. 64
Not analysed yet
……ην καὶ ὡς ἐνετείλω …πο…ειν …μέρος τι εἰς τὸ κεφάλαιον ἐὰν δοκῇ σοι δραχμὰς ἑξήκοντα, ἔφη ἀποδώσειν σοι τὸ λοιπὸν καταβάντι σὺν αὐτοῖς. ἔδωκα μέντοι τοῖς ἐλεφαντουργοῖς …ον… τὸν μισθὸν τῆς λιβανωτρίδος δραχμὰς ὀκτὼ καὶ Ναρκίσσωι τὰς εἰς συμπλήρωσιν δραχμὰς πεντήκοντα δύο, ὃν καὶ ἀπέλυσα …σς… ἔχοντα τήν τε λιβανωτρίδα καὶ τὰς τοῦ ἀργυρίου δραχμὰς νβ, ὃ ἵνʼ εἰδῇς, κύριε, γράφω σοι. παρεδόθησαν δὲ καὶ τῶι Ναρκίσσωι ὑπὸ τοῦ κιβαριάτορος αἱ τοῦ οἴνου λάγυνοι δυώδεκα ἔρρωσο. Φαμενὼθ κε …ἑκατοντάρχηι