Ancient Greek
15.rext.28 to 15.v.42
Documentary Papyri, p.babatha 15.rext.28-15.v.42
Not analysed yet
τόκον τοῦ ἀργυρίου ὡς ἑκατὸν δηναρίων δηνάριν ἓν ἥμισυ ,ὅθεν λαμπρῶς διασωθῇ μου ὁ υἱὸς εὐχαριστῶν τοῖς μακαριωτάτοις καιροῖς ἡγεμονίας Ἰουλίου Ἰουλιανοῦ ἡγεμόνος, ἐπὶ οὗ περὶ τῆς ἀπειθαρχίας ἀποδόσεως τῶν τροφείων παρήνγειλα ἐγὼ Βαβαθα Ἰωάνῃ τῷ προγεγραμμένῳ ἑνὶ τῶν ἐπιτρόπων τοῦ ὀρφανοῦ. εἰ δὲ μή, ἔσται τοῦτο τὸ μαρτυροποίημα εἰς δικαίωμα κέρδους ἀργυρίου τοῦ ὀρφανοῦ εἰ διδόντες …ἐμαρτυροποιήσατο ἡ Βαβαθα ὡς προγέγραπται διὰ ἐπιτρόπου αὐτῆς τοῦδε τοῦ πράγματος Ἰούδου Χθουσίωνος ὃς παρὼν ὑπέγραψεν. Βαβαθας Σίμωνος ἐμαρτυροποιησάμην κατὰ Ἰωάνου Ἐγλα Ἀβδαοβδα Ἐλλουθα ἐπιτρόπων Ἰησοῦ υἱοῦ μου ὀρφανοῦ διʼ ἐπιτρόπου μου Ἰούδα Χαθουσίωνος ἀκολούθως ταῖς προγεγραμμέναις αἰρέσεσιν. Ἐλεάζαρος Ἐλεαζάρου ἔγραψα ὑπὲρ αὐτῆς ἐρωτηθεὶς διὰ τὸ αὐτὴν μὴ εἰδέναι γράμματα. καὶ ἐπεβάλοντο μάρτυρες ἑπτά . …ὁ δὲ γράψας τοῦτο Θεενας Σίμωνος λιβράριος …Θαδᾶις Θαδαίου μάρτυς …