Ancient Greek
p.babatha 17
Documentary Papyri, p.babatha 17
Not analysed yet
ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος πρὸ δέκα καλανδῶν Μαρτίων, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας δευτέρου εἰκοστοῦ Δύστρου ἕκτῃ ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐπὶ τῆς θελήσεως καὶ συνευδοκήσεως ὡμολογήσατο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Ἐνγαδηνὸς πρὸς Βαβαθαν Σίμωνος ἰδίαν γυναῖκα αὐτοῦ, συνπαρόντος αὐτῇ ἐπιτρόπου τοῦδε τοῦ πράγματος χάριν Ἰακώβου Ἰησοῦ, πάντες ἐνθάδε καταμένοντες, ὥστε τὸν Ἰούδαν ἀπεσχηκέναι παρʼ αὐτῆς εἰς λόγον παραθήκης ἀργυρίου καλοῦ δοκίμου νομίσματος δηνάρια τριακόσια ἐπὶ τῷ αὐτὸν ἔχειν αὐτὰ καὶ ὀφείλειν ἐν παραθήκῃ μέχρι οὗ ἂν χρόνου δόξῃ τῇ Βαβαθᾳ ἢ ᾧ ἂν διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσοντι ἀπαιτεῖν τὸν αὐτὸν Ἰούδαν τὰ τῆς παραθήκης προγεγραμμένα δηνάρια. καὶ τάδε ἐὰν ἀπαιτούμενος ὁ Ἰούδας μὴ ἑτοίμως ἀποδοῖ, κατὰ τὸν νόμον τῆς παραθήκης ἔνοχος ἔσται ἀποδοῦναι αὐτῇ τὴν παραθήκην διπλῆν μετὰ βλάβους, ὑπεύθυνος δὲ καὶ τῷ τῆς παρανομίας τῶν τοιούτων ἐνκλήματι, γεινομένης δὲ τῆς πράξεως τῇ αὐτῇ Βαβαθᾳ ἢ τῷ ὑπὲρ αὐτῆς προφέροντι τὴν συνγραφὴν ταύτην ἀπό τε Ἰούδου καὶ τῶν ὑπαρχόντων αὐτοῦ πάντῃ πάντων, ὧν τε ἔχει καὶ ὧν ἂν ἐπικτήσηται κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι. ἐπὶ ὑπάτων Πουβλίου Μετειλίου Νέπωτος τὸ β καὶ Μάρκου Ἀννίου Λίβωνος πρὸ δέκα καλανδῶν Μαρτίων, ἀριθμῷ δὲ τῆς νέας ἐπαρχείας Ἀραβίας ἔτους δευτέρου εἰκοστοῦ μηνὸς Δύστρου ἕκτῃ ἐν Μαωζᾳ περὶ Ζοαραν, ἐπὶ τῆς θελήσεως καὶ συνευδοκήσεως αὐτοῦ ὡμολογήσατο Ἰούδας Ἐλεαζάρου τοῦ καὶ Χθουσίωνος Ἐνγαδηνὸς πρὸς Βαβαθαν Σίμωνος ἰδίαν γυναῖκα αὐτοῦ, συνπαρόντος αὐτῆς ἐπιτρόπου τοῦδε τοῦ πράγματος χάριν Ἰακώβου Ἰησοῦ, πάντες ἐνθάδε καταμένοντες, ὥστε τὸν Ἰούδαν ἀπεσχηκέναι παρʼ αὐτῆς εἰς λόγον παραθήκης ἀργυρίου καλοῦ δοκίμου νομίσματος δηνάρια τριακόσια ἐπὶ τῷ αὐτὸν ἔχειν αὐτὰ καὶ ὀφείλειν ἐν παραθήκῃ μέχρι οὗ ἂν χρόνου δόξῃ τῇ Βαβαθᾳ ἢ ᾧ ἂν διʼ αὐτῆς ἢ ὑπὲρ αὐτῆς πράσσοντι ἀπαιτεῖν τὸν αὐτὸν Ἰουδαν τὰ τῆς παραθήκης προγεγραμμένα δηνάρια. καὶ τάδε ἐὰν ἀπαιτούμενος μὴ ἑτοίμως ἀποδοῖ ὁ Ἰούδας, κατὰ τὸν νόμον τῆς παραθήκης ἔνοχος ἔσται ἀποδοῦναι αὐτῇ τὴν παραθήκην διπλῆν μετὰ βλάβους, ὑπεύθυνος δὲ καὶ τῷ τῆς παρανομίας τῶν τοιούτων ἐνκλήματι, γεινομένης δὲ τῆς πράξεως τῇ αὐτῇ Βαβαθᾳ ἢ τῷ ὑπὲρ αὐτῆς προφέροντι τὴν συνγραφὴν ταύτην ἀπό τε Ἰούδου καὶ τῶν ὑπαρχόντων αὐτοῦ πάντῃ πάντων, ὧν τε ἔχει καὶ ὧν ἂν ἐπικτήσηται κυρίως, τρόπῳ ᾧ ἂν αἱρῆται ὁ πράσσων τὴν εἴσπραξιν ποιεῖσθαι. πίστει ἐπηρωτήθη καὶ ἀνθωμολογήθη ταῦτα οὕτως καλῶς γείνεσθαι. …Θεενας Σίμωνος λιβράριος ἔγραψα. …