Ancient Greek
p.babatha 23
Documentary Papyri, p.babatha 23
Not analysed yet
ἐπὶ τῶν ἐπιβεβλημένων μαρτύρων παρήγγειλεν Βησᾶς Ἰησούου ἐπίτροπος τῶν ὀρφανῶν Ἰησούου Ἐλεαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Βαβαθαν Σίμωνος Μαωζηνὴν ἐπέρχεσθαι αὐτῷ ἐπὶ Ἁτερίῳ Νέπωτι πρεσβευτῇ καὶ ἀντιστρατήγῳ εἰς Πέτραν ἢ ἄλλου ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ χάριν κήπου φοινικῶνος ἀνήκοντος τοῖς αὐτοῖς ὀρφανοῖς ὃν βίᾳ διακρατεῖς, οὐδὲν δὲ ἧσσον καὶ παρεδρεύειν πρὸς πᾶσαν ὥραν καὶ ἡμέραν μέχρι διαγνώσεως. ἐπράχθη ὑπατείας Κατυλλίνου καὶ Ἄπρου πρὸ ιε καλανδῶνΔεκεμβρίων ἐν τῇ περὶ Πέτραν. ἐπὶ τῶν ἐπιβεβλημένων μαρτύρων παρήγγειλεν Βησᾶς Ἰησούου ἐπίτροπος τῶν ὀρφανῶν Ἰησούου Ἐλεαζάρου Χθουσίωνος Ἐνγαδηνὸς Βαβαθαν Σίμωνος Μαωζηνὴν ἐπέρχεσθαι αὐτῷ ἐπὶ Ἁτερίῳ Νέπωτι πρεσβευτῇ καὶ ἀντιστρατήγῳ εἰς Πέτραν ἢ ἄλλου ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ χάριν κήπου φοινικῶνος ἀνήκοντος τοῖς αὐτοῖς ὀρφανοῖς ὃν βίᾳ διακρατεῖς, οὐδὲν δὲ ἧσσον καὶ παρεδρεύειν πρὸς πᾶσαν ὥραν καὶ ἡμέραν μέχρι διαγνώσεως. ἐπράχθη ὑπατείας Κοείντου Φαβίου Κατυλλίνου καὶ Μάρκου Φλαουίου Ἄπρου πρὸ δεκαπέντε καλανδῶν Δεκεμβρίων Δίου πρώτῃ ἐν Μαωζᾳ τῇ περὶ Πέτραν. ἔχουσιν δὲ ἑκάτεροι ἀντίτυπον …ἐγράφη διὰ Γερμανοῦ Ἰούδου. …Θαδᾶις Θαδαίου μάρτυς …