Ancient Greek
p.babatha 26
Documentary Papyri, p.babatha 26
Not analysed yet
…ἐπὶ τῶν ἐπιβεβλημένων καὶ ἐπισφραγισαμένων μαρτύρων παρήγγειλεν Βαβαθας Σίμωνος Μαωζηνὴ Μαριάμην Βειανοῦ Ἐνγαδηνὴν συνεξέρχεσθαι αὐτὴν ἐπὶ Ἁτέριον Νέπωτα πρεσβευτὴν Σεβαστοῦ ἀντιστράτηγον ὅπου ἂν ᾖ ὑπʼ αὐτοῦ ὑπαρχεία οὗ χάριν ἐσύλωσες τὰ πάντα ἐν τῇ οἰκίᾳ Ἰούδου Ἐλεαζάρου Χθουσίωνος ἀνδρός μου καί σου ἀπογενομένου …την …ας πάντας ε…δε…, οὐδὲν δὲ ἧσσον καὶ παρεδρεύειν ἐπὶ τὸν αὐτὸν Νέπωτα μέχρι διαγνώσεως. ὣς δὲ ἀπεκρίθη Μαριάμη, λέγουσα· πρὸ τούτου παρήγγειλά σε μὴ ἐγγίσαι εἰς τὰ ὑπάρχοντά μου καί σου ἀνδρὸς ἀπογενομένου …ε…σίας καὶ παραγραφὰς Ἰούδου ἀνδρός μου μηδένα λόγον ἔχειν σε πρὸς τὸν αὐτὸν Ἰούδαν περὶ τῶν ὑπαρχόντων αὐτοῦ καὶ …ἐπράχθη ἐν Μαωζᾳ περιμέτρῳ Ζοορων ὑπατείας Λαίνα Ποντιανοῦ καὶ Ῥουφίνου πρὸ ζ εἰδῶν Ἰουλίων. ἐγράφη ἀντίτυπα δύο . ἐγράφη διὰ Γερμανοῦ Ἰούδου. …