Ancient Greek
P.Bacch. 12
Documentary Papyri, P.Bacch. 12
Not analysed yet
Ζωίλῳ βιβλιοφύλακι τοῦ Ἀρσινοίτου παρὰ Ὀρσενούφεως Ὥρου πρεσβυτέρου ἱερέων Σοκνοβραίσεως θεοῦ μεγάλου μεγάλου κώμης Βακχιάδος. κατεχώρισα ὑμῖν γραφὴν ἱερέων καὶ χειρισμοῦ τοῦ ἱεροῦ τοῦ ἐνεστῶτος ζ ἔτους Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν. Ζωίλος βιβλιοφύλαξ τοῦ Ἀρσινοίτου σεσημείωμαι